O slideshow foi denunciado.
Utilizamos seu perfil e dados de atividades no LinkedIn para personalizar e exibir anúncios mais relevantes. Altere suas preferências de anúncios quando desejar.

Metodo Ruiperez Lecciones 1-29

5.044 visualizações

Publicada em

  • Seja o primeiro a comentar

Metodo Ruiperez Lecciones 1-29

  1. 1. METODO DE GRIEGORUIPEREZΜΑΘΗΜΑΤΑ 1-291
  2. 2. 2
  3. 3. 11.1 Ὁ ἄνθρωπός ἐστι μικρὸς κοσμός.1.2 Ὁ πατὴρ ἄνθρωπός ἐστιν.1.3 Ἡ μήτηρ ἄνθρωπός ἐστιν.1.4 Ὁ κόσμος οὐ μικρός ἐστιν.1.5 Ὁ κόσμος ἐστὶ μέγας.1.6 Μέγας μὲν ὁ κόσμος ἐστίν, μικρὸς δὲ ὁ ἄνθρωπος.1.7 Ὁ κόσμος οὐκ ἔστι μικρὸς, ἀλλὰ μέγας.3
  4. 4. 22.1. Καλὸς καὶ ἀγαθὸς ὁ πατήρ.2.2. Καλὴ καὶ ἀγαθὴ ἡ μήτηρ.2.3. Πόλεμος μὲν κακὸς, εἰρήνη δὲ καλὴ.2.4. Ὁ πόλεμος οὐ καλὸς, ἀλλὰ μάλα κακός.2.5. Ὁ μὲν εἰρήνη οὐ κακὴ, ἀλλὰ ἀγαθή.2.6. Μέτρον ἄριστον.2.7. Τὸ μέτρον ἐστὶ μάλα ἀγαθόν.2.8. Οὐ κακόν, ἀλλὰ ἀγαθόν ἐστι τὸ μέτρον.2.9. Μέγα βιβλίον, μέγα κακόν.2.10. Τὸ μέγα βιβλίον, μέγα κακόν.2.11. Τόδε τὸ βιβλίον οὐ μέγα, ἀλλὰ μικρόν.2.12. Τόδε τὸ βιβλίον οὐκ ἔστι κακόν· μικρὸν γάρ ἐστιν.4
  5. 5. 33.1 Ὁ μὲν ἄνθρωπος ἀγαθός, ὁ δὲ κακός ἐστιν.3.2 Οὐ πάντες οἱ ἄνθρωποί εἰσι κακοὶ, ἀλλὰ οἱ μὲν ἀγαθοί, οἱ δὲ κακοί.3.3 Θηβαῖοι κακοὶ· οὐχ ὁ μὲν, ὁ δε οὔ · πάντες.3.4 Καλὸν χρῆμα ἡ εἰρήνη.3.5 Καλὸν μὲν χρῆμα ἡ ἀρχή ἐστιν, καλὸν δὲ καὶ ἡ τελευτή.3.6 Αἰεὶ μὲν ἡ εἰρήνη καλή, οὔποτε δὲ οἱ πολέμιοι καλοί.3.7 Εἰ καλὴ ἀρχή, καλὴ καὶ ἡ τελευτή ἐστιν.3.8 Οὐ πᾶσαι αἱ τελευταὶ καλαί, ἀλλὰ αἱ μὲν καλαί, αἱ δὲ κακαὶ εἰσιν.3.9 Οὐ πάντα τὰ βιβλία ὅμοια, ἀλλὰ τὰ μὲν καλά, τὰ δὲ κακά, τὰ δὲμικρά, τὰ δὲ μεγάλα.3.10 Τάδε τὰ βιβλία ἐστι καλά.3.11 Οὐ πάντες οἱ ἄνθρωποι ὁμοῖοι, ἀλλὰ οἱ μὲν μεγάλοι, οἱ δὲ μικροί.5
  6. 6. 44.1 Ἡ μελέτη ἄριστόν ἐστι χρῆμα.4.2 Μελέτη τὸ πᾶν.4.3 Ἡ τοῦ πολέμου μελέτη σχεδὸν ἀρχὴ τοῦ πολέμου ἐστιν.4.4 Ἀγαθὸς μὲν ὁ φίλος. ὁ δὲ τοῦ φίλου πατὴρ ἄριστον.4.5 Οὔποτε καλὴ ἡ τοῦ πολέμου τελευτή.4.6 Πάντων τῶν πολέμων κακαὶ αἱ τελευταί.4.7 Κοινὰ τὰ τῶν φίλων.4.8 Θησαυρὸς ἐστι τῶν κακῶν ἡ κακὴ γυνή.4.9 Λύπη οὐκ ἀγαθή, ἀλλὰ κακή.4.10 Λύπης ἰατρός ἐστιν ὁ ἀγαθὸς φίλος.4.11 Ἥδε ἡ γυνὴ καλὴ μέν ἐστιν, ἀλλὰ οὐ πᾶσαι αἱ γυναῖκες καλαί.4.12 Καλὸς καὶ ἀγαθὸς ὅδε ὁ ἀνὴρ, ἀλλὰ οὐ πάντες καλοί.4.13 Πάντων τῶν χρημάτων μέτρον ἐστὶν ὁ ἄνθρωπος.4.14 Καὶ ὁ ἀνὴρ καὶ ἡ γυνὴ ἄνθρωποί εἰσιν.4.15 Καὶ τῶν καλῶν γυναικῶν ὁ ἀνὴρ μέτρον ἐστίν.4.16 Τοῦδε τοῦ βιβλίου ἀρχὴ μὲν ἔστιν, τελευτὴ δὲ οὔ.6
  7. 7. 55.1 Τόδε τὸ βιβλίον ἀρχὴν μὲν ἔχει, τελευτὴν δὲ οὐκ ἔχει.5.2 Ὅδε ὁ ἀνὴρ φίλον μὲν ἔχει, χρήματα δὲ οὔ.5.3 Οἱ φίλοι κοινὰ ἔχουσι τὰ χρήματα.5.4 Πάντες ὁμοίως οἱ πόλεμοι κακὰ φέρουσι πολλὰ.5.5 Ἥδε ἡ πόλις ἐστὶ μεγάλη . πολλοὺς γὰρ ἀνθρώπους ἔχει.5.6 Πολλὰ ἡ εἰρήνη φέρει ἀγαθὰ.5.7 Ὁ τῶν ἀνθρώπων βιος αἰεὶ τελευτὴ ἔχει . ὁ μὲν βίος καλὸς, ὁ δὲθάνατος κακός.5.8 Θεὸς μὲν ἀθάνατος, ἄνθρωπος δὲ θνητός.5.9 Οἱ Ἕλληνες πολλοὺς θεοὺς ἔχουσιν.5.10 Ὁ νόμος πάντων ἐστὶ βασιλεὺς.5.11 Πάντες οἱ ἄνθρωποι ὁμοίως εἰσι θνητοὶ.5.12 Ἡ πόλις οὐκ ἔχει τοὺς νόμους, ἀλλὰ οἱ νόμοι ἔχουσι τὴν πόλιν.5.13 Ὁ ἀγαθὸς βασιλεὺς καλῶς βασιλεύει τῶν ἀνθρώπων, ὁ δὲ κακὸςκακῶς.5.14 Οἱ θεοὶ βασιλεύουσι τοῦ κόσμου.5.15 Κακὴν τελευτὴν τοῦ βίου ὁ θάνατος φέρει.7
  8. 8. 66.1 Τίς πάντων βασιλεύει; ὁ νόμος.6.2 Τί ἄριστόν ἐστιν; τὸ μέτρον.6.3 Τίς ἄριστη γυνή; ἡ μήτηρ.6.4 Τίς ἄριστος ἀνήρ; ὁ πατήρ.6.5 Τί κάκιστον τοῖς ἀνθρώποις; ὁ πόλεμος · κάκιστος δὲ καὶ ὁ θάνατος.6.6 Χαλεπὰ τὰ καλά.6.7 Ἐν τῷ βίῳ οὐ πάντα τὰ χρήματα καλά ἐστιν, ἀλλὰ ὁ μὲν ἀνθρώπωνπάσχει καλὰ, ὁ δὲ κακά.6.8 Χαλεπὼς φέρουσι τὰς λύπας οἱ ἄνθρωποι.6.9 Τίς ἀνηρ ἐθέλει κακὸς εἶναι; πάντες ἐθέλουσι καλοὶ καὶ ἀγαθοὶ εἶναι.6.10 Τίς ἐθέλει κακὰ πάσχειν; οἱ ἄνθρωποι ἐθέλουσι σχεδὸν πάντες πολλὰχρήματα ἔχειν.6.11 Χρήματα ἀνήρ.6.12 Πολλοὶ μὲν ἐθέλουσι βασιλεύειν· εἷς δὲ βασιλεὺς βασιλεύει πάντων.6.13 Εἷς ἀνήρ, μία γυνή, ἓν βιβλίον.6.14 ∆ύο ἄνδρες, δύο γυναῖκες, δύο βιβλία. τρεῖς ἄνδρες, τρεῖς γυναῖκες, τρίαβιβλία.8
  9. 9. 77.1 Οὔκουν ἀγαθὰ πάσχει ὁ βασιλεύς;7.2 Τίς οὐκ ἐθέλει ἀγαθὰ πάσχειν;7.3 Ὁ μὲν βασιλεὺς ἀγαθὰ πάσχει βασιλεύων, οἱ δὲ ἄλλοι ἄνδρες οὐχ ὁμοῖαπάσχουσιν.7.4 Ἐν τοῖς θεοῖς εἷς βασιλεύς ἐστιν· Ζεύς ὄνωνα αὐτῷ.7.5 Οἱ δὲ Ἕλληνες ἄλλους πολλοὺς ἔχουσι θεούς· τὰ δὲ ὀνώματα αὐτοῖς ἐστιτάδε· Απόλλων, Ποσειδῶν, Ἑρμῆς, Ἀθηνᾶ, Ἅρτεμις καὶ ἄλλα πολλά.7.6 Οὐχ εἷς μόνος θεός, ἀλλὰ πολλοὶ θεοὶ εἰσι τοῖς ἀνθρώποις ἐν τῇ Ἑλλάδι.7.7 Πολλοὺς θεοὺς νομίζουσιν οἱ Ἕλληνες· ἕνα δὲ μόνον οἱ Χριστιανοὶνομίζουσιν.7.8 Καὶ ὁ Ἀπόλλων θεὸς καὶ ἡ Ἄρτεμις θεός.7.9 Ἡ Ἄρτεμις τε καὶ ἡ Ἀθηνᾶ θεοί εἰσιν.7.10 Οἱ τῶν Ἑλλήνων θεοὶ μάλα πολλοί εἰσιν· οἱ μὲν αυτῶν μεγάλοι, οἱ δὲμικροί.7.11 Πολλοὶ μὲν οἱ θεοὶ, οἱ δὲ ἄνδρες πλεῖστοι.7.12 Οἱ πλεῖστοι κακοί.9
  10. 10. 88.1 ∆εῖ μόνον καλὰ διδάσκειν.8.2 Πάντα ὁ χρόνος αἰεὶ τὰ ἀληθῆ διδάσκει.8.3 Ὁ μὲν διδάσκει τοὺς ἄλλους τὰ γράμματα, οἱ δὲ μανθάνουσιν αὐτά.8.4 Μελέτῃ πάντα δεῖ μανθάνειν.8.5 Ἀθάνατος μὲν ὁ χρόνος ἐστί· οὔποτε γὰρ τελευτὴ αὐτῷ. θνητοὶ δὲ οἱἄνθρωποι· θάνατος γὰρ αἰεὶ αὐτοῖς.8.6 Ὁ μὲν διδάσκαλος οὐ μανθάνει, ἀλλὰ διδάσκει, διδάσκων δὲ τούςἀνθρώπους εὖ πάσχει πρὸς αὐτῶν.8.7 Ἡ πολυμαθία νοῦν ἔχειν οὐ διδάσκει.8.8 Ἄγει δὲ ὁ χρόνος πρὸς τὸ φῶς τὴν ἀλήθειαν.8.9 Οἶνος καὶ ἀλήθεια.8.10 Ὁ μὲν οἶνον πίνει, ὁ δὲ ὕδωρ· οὐ γαρ δεῖ πάντας τοῦς ἀνθρώπους οἶνονπίνειν.8.11 Καλὸν τὸ τοῦ ἡλίου φῶς, καλὸν δὲ καὶ τὸ τῆς σελήνης.8.12 Ὁ ἰατρὸς πίνει μὲν οἶνον, λέγει δὲ ὅτι οἶνον οὐ πίνει· λέγων δὲ ταῦτα οὐτὴν ἀλήθειαν λέγει.8.13 Οἶνον πίνων, μὴ λέγε ὅτι ὕδωρ πίνεις.10
  11. 11. 99.1 Ἡ γῆ μέλαινα πίνει, πείνει δὲ δένδρα αὐτήν, ὁ δὲ ἥλιος τὴν θάλατταν, τὸνδὲ ἡλιον ἡ σελήνη. τί μοι μάχεσθε, ἑταῖροι, καὶ αὐτῷ ἐθέλοντι πίνειν;9.2 Οὐ μόνον οἱ ἄνδρες πίνουσιν· πάντα τὰ ἐν τῳ κόσμῳ πίνει· ἀλλὰ οἱ μὲνοἶνον πίνουσιν, τὰ δὲ ὕδωρ, τὰ δὲ φῶς.9.3 Ὁ μὲν ἵππος ζῷόν ἐστιν· καὶ ὁ ταύρος ζῷον· πολλὰ δὲ καὶ ἄλλα ζῷαἔστιν.9.4 Οἱ ἄνθρωποι τὰ ζῷα τρέφουσιν· ὁ μὲν ταύρους τρέφει, ὁ δὲ ἵππους.9.5 Εἰρήνη γεωργὸν καὶ ἐν πέτραις τρέφει καλῶς· πόλεμος δὲ καὶ ἐν πεδίῳκακῶς.9.6 Οὐ πᾶσα ἡ γῆ ὁμοία· ἄλλοτε μὲν πεδίον ἐστίν, ἄλλοτε δὲ ὄρος· ἄλλη μὲνσῖτον φέρει, ἄλλη δὲ δένδρεα, ἄλλη δὲ οὐδέν.9.7 Ὁ ἄνθρωπος φύσει πολικὸν ζῷον.9.8 Οὔποτε μἐν ἡ θάλαττα μέλαινά ἐστιν, ἐνίοτε δὲ γλαύκη.9.9 Ὁ δὲ ἥλιος μάλα λευκὸς αἰεί, οὔποτε δὲ μέλας.11
  12. 12. 1010.1 Οὐ πάντες οἱ ἄνθρωποι ὁμοῖον ἔχουσι τὸν βίον, ἀλλὰ οἱ μὲν αὐτῶν παῖδέςεἰσιν, οἱ δὲ νέοι, οἱ δὲ γέροντες.10.2 Ἀνὴρ τις σοφὸς λέγει τάδε· δὶς παῖδες οἱ γέροντες.10.3 Τῶν γεωργῶν καλὸν μὲν τὸ ἐργον, χαλεπὸν δέ.10.4 Καλῶς μανθάνει τὰ γράμματα ὁ παῖς, χαλεπῶς δὲ ὁ γέρων.10.5 Χρὴ παῖδα ἔτι ὄντα καλὰ διδάσκειν ἔργα.10.6 Χρὴ τοὺς παῖδας μόνον τὰ καλὰ διδάσκειν, ὁ γὰρ βίος διδάσκει αὐτοὺς τὰμὴ καλά.10.7 Νέος τις Ἀθηναῖος καλοὺς λόγους λέγειν βούλεται μανθάνειν· ὁ δὲΓοργίας ὁ σοφιστὴς ἐθέλει διδάσκειν αὐτόν, εἰ χρήματα λαμβάνει· εἰ δὲ, μή,οὐκ ἐθέλει.10.8 Ἐν ταῖς Ἀθήναις οὐ μόνος ὁ Γοργίας ἐστὶ σοφιστής, ἀλλὰ σοφισταί τινεςμάλα πολλοὶ τῆν τῶν λόγων τέχνην τοὺς νέους διδάσκουσι χρήματα παρὰαὐτῶν λαμβάνοντες.10.9 Ὁ γὰρ Γοργίας, οὐκ ὢν ἀληθῶς σοφός, διδάσκει τοὺς ἄλλους, ἵναχρήματα πλεῖστα λαμβάνῃ.10.10 Οἱ γὰρ σοφισταὶ, οὐκ ὄντες ἀληθῶς σοφοί, διδάσκουσι τοὺς νέους, ἵναχρήματα λαμβάνωσιν.12
  13. 13. 1111.1 Οἱ μὲν ἀγαθοὶ ὀλίγοι, οἱ δὲ κακοὶ πλεῖστοι.11.2 Οὐδεὶς ἐθέλει ὀλίγα δῶρα ἔχειν· πάντες ἐθέλουσι δῶρα πολλὰ ἔχειν.11.3 Ὀλίγον μὲν τὸ δῶρον, φίλον δέ.11.4 ∆ῶρα θεοὺς πείθει, δῶρα αἰδίους βασιλέας.11.5 Χρημάτων πάντων ἄριστόν ἐστιν ἀνὴρ φίλος.11.6 Σοφὸς Σοφλοκλῆς, σοφώτερος δὲ Εὐριπίδης, ἀνδρῶν δὲ πάντων Σωκράτηςσοφώτατος.11.7 Λευκοὶ μὲν οἱ ἀστέρες, λευκότερα δὲ ἡ σελήνη, λευκότατος δὲ ὁ ἥλιος.11.8 Τί λευκότερον ὁ ἥλιος ἢ ἡ σελήνη;11.9 Πάντες νομίζουσι τὸν ἥλιον λευκότερον εἶναι ἢ τὴν σελήνην.11.10 Εἰ ὁ πόλεμος κακός ἐστιν, μέγιστον ἀγαθὸν τὴν εἰρήνην χρὴ νομίζειν.11.11 Ἀλλὰ οὐ πάντες οἱ Ἕλληνες ταῦτα νομίζουσιν· ὀλίγοις μὲν γὰρ ὁ πόλεμοςἀγαθόν, πολλοῖς δὲ κακόν.11.12 ὁ πόλεμος μεγίστων ἐστὶν αἰτία κακῶν.11.13 οὐ μονον ὁ πόλεμος κακὸν τοῖς ἀνθρώποις ἀλλὰ καὶ ὁ θάνατος.13
  14. 14. 1212.1 Ὁ φίλος φιλεῖ τὸν φίλον.12.2 Οὐ πάντες τὸν οἶνον φιλοῦσιν· ἄλλοι μὲν γὰρ τὸ ὕδωρ πίνουσιν, ἄλλοι δὲοἶνον.12.3 Ἡ δίκη τὴν εἰρήνην φιλεῖ, οἱ δὲ ἄδικοι ἄνδρες τὸν πόλεμον φιλοῦσιν. εἰσὶδὲ καὶ ἄνδρες τινὲς οἱ τὴν εἰρήνην οὐ φιλοῦσιν.12.4 Οἱ δίκαιοι ἄνδρες χαλεπῶς φέρουσι τὸν πόλεμον. νομίζουσι γὰρ τὸνπολεμον μέγιστον εἶναι τοῖς ἀνθρώποις κακόν.12.5 Οὐδεὶς ἐθέλων ἀδικεῖ.12.6 Ἀνὴρ δίκαιός ἐστιν οὐχ ὁ μὴ ἀδικῶν, ἀλλὰ ὅστις μὴ ἄδικα φρονεῖ μηδὲἐργάζεται.12.7 Ὁ δίκαιος βασιλεὺς οὐκ ἄδικα φρονεῖ οὐδὲ ἐργάζεται.12.8 Αἰεὶ τὰ δίκαια καλά, τὰ δὲ ἄδικα αἰσχρά.12.9 Ἥ τε δίκη καὶ ἡ εἰρήνη καλὴν τὴν πόλιν τρέφουσιν.12.10 Ἀγαθὸν οὐ τὸ μὴ ἀδικεῖν, ἀλλὰ τὸ μηδὲ ἐθέλειν.12.11 Εἰ οἱ θεοί τι δπῶσιν αἰσχρόν, οὔκ εἰσι θεοί.14
  15. 15. 1313.1 Ὁ φίλος τῷ φιλῳ εὖ φρονεῖ.13.2 Τὸ μὴ κακῶς φρονεῖν θεοῦ μέγιστον δῶρον.13.3 ∆εῖ τοὺς παῖδας οὐ κακῶς φρονεῖν οὐδε ἄδικα λέγειν.13.4 Χρὴ τοὺς παῖδας τοῖς ἄλλοις εὖ φρονοῦντας ἀγαθὰ μανθάνειν ἔργα.13.5 Οὐ δεῖ κακῶς φρονοῦντας αἰσχρὰ ἐργάζεσθαι.13.6 Αἰεὶ οἱ ἀγαθοὶ καλὰ ἔργα ἐργάζονται· οἱ κακοὶ κακὰ βούλονταιἐργάζεσθαι· εἰσὶ δὲ καὶ οἳ μὴ δύνανται εὖ φρονεῖν τοῖς ἄλλοις.13.7 Ὁ μὲν παῖς γίγνεται νέος, ὁ δὲ νέος χρόνῳ γίγνεται γέρων· τὸν δὲ γέρονταὁ χρόνος πρὸς τὸν θάνατον ἄγει· οὐ γὰρ ὰθάνατοι γίγνονται οἱ ἄνθρωποι.13.8 Οὐ πάντα τὰ ζῷα ὁμοῖα, ἀλλὰ τὰ μὲν γίγνεται λευκά, τὰ δὲ μέλανα, τὰ δὲμικρά, τὰ δὲ μεγάλα.13.9 Ἀγαθὸν μὲν τὸ καλοὺς γίγνεσθαι τοὺς παῖδας, ἄριστον δὲ τὸ καλὰ ἔργαμανθάνειν παρὰ τῷ διδασκλάλῳ.13.10 Οὐκ εὖ φρονοῦντες οἱ ἄνδρες ἀλλήλλοις μάχονται· οὐ γὰρ χρὴ τοὺςἀνθρώπους θνητοὺς ὄντας τοῖς ἀνθρώποις μάχεσθαι.13.11 Καλὸν τὸ ἐν μάχῃ ἀποθνήσκειν, πάντων δὲ κάλλιστον τὸ μὴ ἀποθνήσκειν.13.12 Ἀνάγκη οὐδὲ θεοὶ μάχονται.15
  16. 16. 1414.1 Οἱ τῶν Ἑλλήνων θεοὶ ἄλλοτε μὲν καλὰ ὁρῶσιν, ἄλοτε δὲ αἰσχρά.14.2 Σοφοὶ δέ τινες οὐ δύνανται ταῦτα νομίζειν· δεῖ γὰρ τοὺς θεοὺς δικαίωςδίκαια φρονεῖν τε καὶ ἐργάζεσθαι.14.3 Οἱ ποιηταὶ λἐγουσι ὅτι ὁ Ζεὺς, ὢν πατὴρ ἀνδρῶν τε θεῶν τε, ἄλλοτε μὲνδίκαια δρᾷ, ἄλλοτε δὲ ἄδικα.14.4 Ἡ δίκη μόνη τοῖς θεοῖς πρέπει· διὰ ταῦτα εἰ μὴ δίκαιοί εἰσιν, οὔκ εἰσι θεοί.14.5 Τὸν μὴ θεοὺς νομίζοντα ἄνδρα πάντες ἄθεον καλοῦσιν· ἄνθρωποι δὲ πολλοὶνομίζουσι θεοὺς καὶ πρὸς αὐτῶν βούλονται ἀγαθὰ πάσχειν.14.6 Πολλὰ οἱ ἄνθρωποι εὔχονται τοῖς θεοῖς ἵνα πρὸς αὐτῶν μὴ κακὰ πάσχωσιν.14.7 ∆εῖ τὸν ἄνδρα τοῖς θεοῖς εὔχεσθαι οὐ μόνον χρήματα πολλὰ ἔχειν, ἀλλὰ καὶδίκαιά τε φρονεῖν καὶ τὰ ἀληθῆ λέγειν.14.8 Τοὺς ἀνθρώπους δὲ ὅμως δεῖ τὰ ἀναγκαῖα φέρειν· ἄλλοτε μὲν γὰρ ἡ τύχηπαρέχει ἀγαθά, ἄλλοτε δὲ κακά· οὐδεὶς δὲ ἄνθρωπος εὐτυχὴς αἰεί.14.9 Ἀθάνατοι οἱ θεοί· οὔποτε γὰρ θάνατος αὐτοῖς.14.10 Ἄθεός ἐστιν ἀνὴρ ὅστις μὴ θεοὺς νομίζει.14.11 Ἄδικοι οἵτινες τὰ μὴ δίκαια δρῶσιν.16
  17. 17. 1515.1 Οἱ ἄνθρωποι οὐ διάγουσι μόνοι τὸν βίον, ἀλλὰ γάμοι γίγνονται αὐτοῖς.15.2 Οὐ πάντες οἱ ἄνθρωποι ὁμοῖοι· ἀλλὰ οὁ μὲν αὐτῶν ἄνδρες, αἱ δὲ γυναῖκες.15.3 Ἀνὴρ γυναῖκα γαμεῖ καὶ εἰσάγει αὐτὴν εἰς τὴν οἰκίαν ἵνα μετὰ αὐτῆς τὸνβίον διάγῃ.15.4 Γυνὴ δὲ οὐ γαμεῖ ἀλλὰ γαμεῖται.15.5 Χρόνῳ δὲ ὁ ἀνὴρ γίγνεται πατήρ, ἡ δὲ γυνὴ μήτηρ παίδων καλῶν τε καὶἀγαθῶν.15.6 Τὸ γαμεῖν, ἐάν τις τὴν ἀλήθειαν σκοπῇ, κακὸν μέν ἐστιν, ἀλλὰ ἀναγκαῖονκακόν. λέγει δὲ ταῦτα ποιητής τις τῶν Ἑλλήνων.15.7 Ἀλλὰ οὐκ ὀρθῶς τὴν ἀλήθειαν σκοπεῖ ὅστις ταῦτα λέγει· γυναῖκας γὰρθνητὰς γαμοῦσι καὶ θεοί, οἷς οὐ δύναται γίγνεσθαι κακὸν οὐδέν, ὥσπερ ὁ Ζεὺςτὴν Ἀλκμήνην.15.8 Μέγα φρονεῖ ὅστις θνητὸς ὢν τοῖς θεοῖς ἐναντία δρᾶν βούλεται.15.9 Τοῖς θνητοῖς οὐ πρέπει μεγάλα ἀλλὰ θνητὰ φρονεῖν.15.10 ∆ιὰ ταῦτα τοῖς ἀνδράσι πρέπει γυναῖκας γαμεῖν, ταῖς δε γυναιξὶ γαμεῖσθαι.17
  18. 18. 1616.1 Ἐνιοτε γυνὴ παῖδα ἔχει, ὁ δὲ παῖς μητέρα καλεῖ αὐτήν.16.2 Γυνὴ ἥτις παῖδας ἔχει, μήτηρ αὐτῶν καλεῖται.16.3 Οἱ δὲ παῖδες ταύτην τὴν γυναῖκα καλοῦσι μητέρα.16.4 Τοῖς παισὶ προσήκει τόν τε πατέρα καὶ τὴν μητέρα φιλεῖν.16.5 Παῖς μὲν ὁ υἱός, παῖς δὲ καὶ ἡ θυγατήρ· τῷ μὲν υἱῷ ὄνομα Φίλιππος, τῇ δὲθυγατρὶ Γλυκέρα.16.6 Ὁ μὲν Φίλιππος ἀδελφὸς τῆς Γλυκέρας, ἡ δὲ Γλυκέρα ἀδελφὴ τοῦΦιλίππου.16.7 Τῷ τε πατρὶ καὶ τῇ μητρὶ τέτταρες παῖδές εἰσιν· εἷς υἱὸς καὶ θυγατέρεςτρεῖς.16.8 Εἷς· πρῶτος. δύο· δεύτερος. τρεῖς· τρίτος. τέτταρες· τέτταρτος.16.9 Τί ὄνομα τῷ υἱᾦ; - Ὁ υἱὸς Φίλιππος καλεῖται.16.10 Γλυκέρα δὲ τὸν ἀδελφὸν Φίλιππον καλεῖ.16.11 Ἡ μήτηρ αἰεὶ ἐν τῆ οἰκίᾳ διάγει τὸν βίον μετὰ τῶν ἄλλων γυναικῶν.18
  19. 19. 1717.1 Ὑγιαίνει μὲν ἄριστον ἀνδρὶ θνητῷ, δεύτερον δὲ φυὴν καλὸς γίγνεσθαι, τὸτρίτον πλουτεῖν ἀδόλως καὶ τὸ τέταρτον ἡβᾶν μετὰ τῶν φίλων.17.2 Καλὰ μὲν πάντα ἐάν τις ὑγιαίνῃ καίπερ θνητός ὤν.17.3 Πάντες οἱ ἐν τῇ οἰκίᾳ ὑγιαίνουσιν.17.4 Οὐκ αἰεὶ οἱ ἄνθρωποι εὖ ἔχουσιν, ἀλλὰ ἄλλοτε μὲν ὑγιαίνουσιν, ἄλλοτε δὲνοσοῦσιν.17.5 Ἡ νόσος ἐναντίον τι γίγνεται τῇ ὑγιείᾳ, ὥσπερ τὸ ὑγιαίνειν τῷ νοσεῖν.17.6 Ἀνὴρ ὑγιὴς ὅστις μὴ κακῶς ἔχει.17.7 Τίς ἐστιν οὗτος; - ἰατρός. - ὡς κακῶς ἔχει ἰατρὸς εὰν κακῶς μηδὲν ἔχει.17.8 Ἐάν τις νοσῇ, τὸν ἰατρὸν καλεῖ εἰς τὴν οἰκίαν· οἱ γὰρ ἰατροὶ τοὺςνοσοῦντας δύνανται θεραπεύειν ἵνα μὴ ἀποθνήσωσιν.17.9 Ἐνίοτε δὲ θάνατος τελευτὴ νόσου.19
  20. 20. 1818.1 Τὸ γῆράς ἐστι νόσος τις· νοσοῦσι δὲ οἱ γέροντες.18.2 Τὸ γῆρας οὖν δοκεῖ εἶναι ἀρχὴ τοῦ θανάτου.18.3 Μόνοις οὐ γίγνεται τοῖς θεοῖς γῆρας οὐδὲ θάνατός ποτε.18.4 Τὸ ἀποθνήσκειν θάνατος καλεῖται· οἰ δὲ θεοὶ οὔποτε ἀποθνήσκουσιν·ἀθάνατοι οὖν ὀρθῶς καλοῦνται.18.5 Γώμη Μενάνδρου· ὃν οἱ θεοὶ φιλοῦσιν ἀποθνήσκει νέος.18.6 Χρὴ οὖν νομίζειν τὸν ἄνδρα ὅντινα οἱ θεοὶ μὴ φιλοῦσιν ἀποθνήσκειν γέροντα.18.7 Ἄριστον τὸ μὴ γίγνεσθαί ποτε.18.8 Ἄλλὰ οὐ πάντες οἱ ἀρχαῖοι ποιηταὶ ταῦτα νομίζουσιν· ἄλλοι γὰρ ἄλλαλέγουσιν.18.9 Μιμνέρμῳ τῷ Κολοφωνίῳ ποιητῇ κάκιστον δοκεῖ τὸ γῆρας εἶναι· γνώμηγὰρ αὐτοῦ ἥδε· τίς βίος, τί δὲ τέρπνον ἄνευ χρυσῆς Ἀφροδίτης;18.10 Ἐναντία δὲ τούτοις νομίζει Σόλων ὁ Ἀθηναῖος.20
  21. 21. 1919.1 Ὁ μὲν δίκαιος ἀνήρ ἐστιν ἀγαθὸς καὶ σοφός, ὁ δὲ ἄδικος ἀμαθὴς καὶ κακός·οὐ γὰρ δύναται ἀγαθὸν μανθάνειν οὐδέν.19.2 Ὁ Σώκρατης φιλομαθής ἐστιν· τὰ μὲν οὖν χωρία καὶ τὰ δένδρα οὐδὲνἐθέλει αὐτὸν διδάσκειν· διὰ ταῦτα δὴ βούλεται μᾶλλον τὸν βίον ἐν τῇ πόλειδιάγειν.19.3 Τοῖς Ἀθηναίοις Ἀθῆναι μὲν ἡ πόλις, Ἀττικὴ δὲ ἡ χώρα.19.4 Χώρα τις τῆς Ἐλλάδος Ἀττικὴ καλεῖται ὅπου ἡ τῶν Ἀθηναίων πόλις ἐστίν.19.5 Ἅπας ἀνὴρ ἐξ ἀνδρός τε καὶ γυναικὸς γίγνεται ἐν χώρᾳ τινί· οὗτος ὁ ἀνὴρπατήρ ἐστιν, αὕτη δὲ ἡ γυνή ἐστι μήτηρ, ἡ δὲ χώρα πατρὶς καλεῖται.19.6 Χρὴ οὖν τὰς Ἀθήνας νομίζειν τῶν Ἀθηναίων πατρίδα.19.7 Ἐν ταύτῃ τῇ πόλει οἱ μὲν τῶν ἀνδρῶν Ἀθηναῖοι πολῖται, οἱ δὲ δοῦλοι, οἱ δὲξένοι.19.8 Οἱ πολλοὶ τῶν σοφιστῶν ξένοι· ξένος γοῦν ὁ Γοργίας· καὶ δὲ ὁΠρωταγόρας ξένος ἐστίν, καὶ ὁ Πρόδικος καὶ ἄλλοι πολλοί.19.9 Τῷ σοφῷ ξένον οὐδέν.21
  22. 22. 2020.1 Τοῖς πολίταις ἀρίστη ἡ πόλις δοκεῖ εἶναι.20.2 Καὶ ἡ μήτηρ τῇ θυγατρὶ δοκεῖ ἀρίστη καὶ ὁ πατὴρ τῷ υἱῷ ἄριστος.20.3 ∆εῖ δὲ οὺ μόνον ἄριστον δοκεῖν ἀλλὰ εἶναι.20.4 ∆οκοῦσι δὲ τοῖς σοφοῖς τὰ μὴ δίκαια ποιεῖν οἱ θεοί· εἰ οὖν ἃ οἱ ποιηταὶλέγουσιν ἀληθῆ, χαλεπὸν νομίζειν τούτους τοὺς θεούς.20.5 Τῷ Ἀπόλλωνι τῷ ἐν ∆ελφοῖς δοκεῖ ὁ Σωκράτης σοφώτατος εἶναι· οὕτωςγοῦν λέγει ἡ Πυθία τῷ Χαιρεφῶντι.20.6 Ἡ τύχη θεός τις δοκεῖ εἶναι· τοὺς μὲν γὰρ ποιεῖ πλουσίους καὶ εὐτυχεῖς,τοὺς δὲ δυστυχεῖς· οὐκ οὖν πάντες ὁμοῖοι, ἀλλὰ ὁ μὲν εὐτυχής, ὁ δὲ δυστυχής.20.7 Ἀνὴρ ὅστις εὐτυχεῖ διὰ τὸ πολλὰ χρήματα ἔχειν πλούσιος καλεῖται· τοῖς δὲτοῦ πλουσίου ἀνδρὸς χρήμασι πλοῦτος ὄνομά ἐστιν. ὁ μὲν ἀνδρῶν πλουτεῖ, ὁ δὲὀλίγα ἔχει χρήματα.20.8 Ἔχει δὲ πολλὴν οὐσίαν καὶ πλούσιος καλεῖται ὑπὸ πάντων, μακάριος δὲὑπὸ οὐδενός.20.9 Μακάριος ὅστις διὰ παντὸς τοῦ βίου εὐτυχῶν γέρων ἀποθνήσκει.20.10 Πολλοὶ μὲν εὐτυχοῦσιν, οὐ φρονοῦσι δέ.22
  23. 23. 2121.1 Ὁ διδάσκαλος παιδεύει τοὺς παῖδας ἐν γράμμασί τε καὶ μουσικῇ καὶγυμναστικῇ.21.2 Χαλεπὸν ἔργον τὸ παιδεύειν, καλὸν δὲ ἐὰν μόνον οἱ μαθηταὶ προσέχουσι τὸννοῦν τοῖς τοῦ διδασκάλου λόγοις· οὕτως γὰρ πλεῖστα μανθάνουσιν, πρῶτον μὲντὰ γράμματα, ἔπειτα δὲ καὶ ἄλλα πολλά.21.3 Μαθητοῦ ἔργον οὐ μόνον ἀκούειν τοῦ διδασκάλου λέγοντος, ἀλλὰεἰσακούειν. πολλάκις γὰρ ὁ διδάσκαλος ἐρωτᾷ τι τοὺς παῖδας· δεῖ δὲ τούτουςἀποκρίνεσθαι αὐτῷ. ἄλλοτε δὲ οἱ μὲν μαθηταὶ ἐρωτῶσι τι, ὁ δὲ διδάσκαλοςἀποκρίνεται αὐτοῖς.21.4 Ἐὰν ὁ μαθητὴς τυγχάνῃ ἀκούων, οἷός τέ ἐστιν ἀποκρίνεσθαι· ἀλλὰ οὐκ αἰεὶοἱ μαθηταὶ τυγχάνουσι εἰσακούοντες.21.5 Τυγχάνει μὲν ὁ Πρωταγόρας ἐν ταῖς Ἀθήναις ὤν, λανθάνει δὲ οὐδέναἀργύριον λαμβάνων ἵνα τοὺς νέους διδάσκῃ τὴν ῥητορικὴν τέχνην.21.6 Οὐδεὶς κακὰ ποιῶν λανθάνει τοὺς θεοὺς οὐδὲ τοὺς ἄλλους ἀνθρώπους·χρόνῳ γὰρ πάντα πρὸς τὸ φῶς ἄγεται.23
  24. 24. 2222.1 Πολλάκις ὁ μὲν διδάσκαλος τυγχάνει ἐρωτῶν, οἱ δὲ μαθηταὶἀποκρινόμενος.22.2 Χαιρεφῶν, Ἀθηναῖος τις ἀνήρ, ἑταῖρος δὲ τοῦ Σωκράτους, ἐρωτᾷ τίς ἀνὴρσοφώτατός ἐστιν· ὁ δὲ θεὸς ὁ ἐν ∆ελφοῖς ἀποκρίνεται λέγον ὅτι ὁ Σωκράτηςσοφώτατος τυγχάνει ὢν τῶν ἁπάντων Ἀθηναίων.22.3 Οὐκ αἰεὶ ὁ πλούσιος εὐτυχής· χρὴ οὖν εὔχεσθαι τοῖς θεοῖς οὐ πλοῦτον,ἀλλὰ εὐτυχίαν.22.4 Τὴν Ἑλλάδα παιδεύει ὁ ποιητής· ὀρθῶς δὲ ὁ Ὅμηρος καλεῖται διδάσκαλοςτῆς Ἑλλάδος· τῶν γὰρ Ἑλλήνων οἱ νέοι σχεδὸν πάντες οἷοί τε εἰσι λέγειν τὰποιημάτα αὐτοῦ.22.5 Εἰ οὖν ἅπας διδάσκαλος ἄξιος πολλοῦ, ὁ Ὅμηρος ἄξιός ἐστι πλείστου. εἰσὶδὲ καὶ ποιηταί τινες οὐδενὸς ἄξιος.22.6 Τίς ἄριστος ποιητής; - ὁ Ὅμηρος.22.7 Πότερος σοφώτερός ἐστι ποιητής, ὁ Σοφοκλῆς ἢ ὁ Εὐριπίδης; - ὁΕὐριπίδης.22.8 Πότερον δοκεὶ σοι κάκιον εἶναι, τὸ ἀδικεῖν ἢ τὸ ἀδικεῖσθαι; χαλεπὸν δὴτοῦτο τὸ ἐρώτημα, χρὴ δὲ πάντως ἀποκρίνεσθαι. ὁ Σωκράτης γε βούλεταιμᾶλλον ἀδικεῖσθαι ὑπὸ ἄλλων ἢ ἀδικεῖν τοὺς ἄλλους.24
  25. 25. 2323.1 Σωκράτης ἄξιός ἐστι θανάτου τῇ πόλει. ἀδικεῖ ὁ Σωκράτης οὓς μὲν ἡ πόλιςνομίζει θεοὺς οὐ νομίζων, ἕτερα δὲ καινὰ δαιμόνια εἰσφέρων. ἀδικεῖ δὲ τοὺςνέους διαφθείρων.23.2 ∆ιαφθείρει δὲ τοὺς νέους ὅστις αὐτοὺς οὐκ ἀρίστους, ἀλλὰ κακίστους ποιεῖ.φαίνεται δὲ ὁ Σωκράτης τοὺς νέους οὐ διαφθείρων, ἀλλὰ βουλομένος αὐτοὺςἀγαθοὺς ποιεῖν πολίτας.23.3 Ὁ Σωκράτης οὖν ἄξιος πολλοῦ τοῖς Ἀθηναίοις, ἀλλὰ οὐ θανάτου, ὡς αὐτὸςλέγει πρὸς τοὺς δικαστάς.23.4 Εἰσὶ δὲ δικασταὶ πολῖται οἵτινες τὰς δίκας δικάζουσιν. δικαστήριον δὲκαλεῖται ἡ οἰκία ὅπου γίγνονται αἱ δίκαι.23.5 Ὁ Σωκράτης ἐν ταῖς Ἀθήναις τὸν πλεῖστον βίον διάγει τῶν νόμωνὑπακούων. διὰ τοῦτο οὐκ ἐθέλει φεύγειν τὴν πατρίδα ἵνα τὸν θάνατον ἐκφεύγῃ.23.6 Τελευτᾷ δ᾿ οὖν ὁ Σωκράτης ἐν τῷ δεσμωτηρίῳ φάρμακον πίνων.25
  26. 26. 2424.1 Ἀνὴρ πονηρός ἐστιν ὅστις τοὺς ἄλλους κακὰ ποιεῖ.24.2 Οὐδεὶς ποιῶν πονηρὰ λανθάνει θεόν· οἱ γὰρ θεοὶ πάντα γιγνώσκουσιν ἃ οἱἄνθρωποι δρῶσιν.24.3 Καὶ ὁ ποιητὴς καλόν τι ποιεῖ· οἱ γὰρ ποηταὶ ποιήματα ποιοῦσιν.24.4 Ὁ μὴ γαμῶν ἄνθρωπος οὐκ ἔχει κακά. ἀλλὰ οὐκ ὀρθῶς ταῦτα νομίζει ὁΜένανδρος. πολλοὶ γὰρ ἄνδρες δυστυχοῦσιν ὅταν μόνοι τὸν βίον διάγωσιν, οὐμετὰ γυναικὸς, ἀλλὰ ἄνευ γυναικός.24.5 Πολλαὶ δὲ καὶ γυναῖκες τὸ αὐτὸ πάσχουσι ἐὰν μόναι ἄνευ ἀνδρὸς τὸν βίονδιάγωσιν. οἱ ἄνδρες τε καὶ αἱ γυναῖκες εὐτυχοῦσι μετὰ ἀλλήλων.24.6 Χαλκὸς μὲν ἄξιος πολλοῦ, ἄργυρος δὲ ἄξιος πλείονος, χρυσὸς δὲ ἄξιοςπλείστου. διὰ ταῦτα δὴ χαλκᾶ τὰ τῶν ἀνθρώπων, ἀργυρᾶ δὲ καὶ χρυσᾶ σχεδὸνπάντα τὰ τῶν θεῶν ποιοῦσιν οἱ ποιηταί.24.7 Ὁ χαλκεὺς ἐκ χαλκοῦ χαλκᾶ ἐργάζεται, καὶ ἐκ σιδήρου σιδηρᾶ.24.8 Ὁ μὲν χαλκεὺς χαλκεύει, ὁ δὲ βασιλεὺς βασιλεύει, ὁ δὲ ἱππεὺς ἱππεύει,καλεῖται δὲ οὕτως ἀπὸ τοὺ ἵππου.24.9 Οἱ μὲν βασιλεῖς τῶν ἀνδρῶν ἄρχουσιν, οἱ δὲ νόμοι τῶν βασιλέων.24.10 Τότε ὁ ἄρχων ἄρχει ἀληθῶς κατὰ δίκην ὅταν αὐτὸς ἄρχηται ὑπὸ τῶννόμων.26
  27. 27. 2525.1 Ἦν πάλαι ποτὲ χρόνος ὅτε πόλεις οὐκ ἦσαν τοῖς ἀνθρώποις. Τότε δὲ καὶβασιλεῖς οὐκ ἐβασίλευον αὐτῶν, ἀλλὰ ἐν οἰκίᾳ ἑκάστῃ ὁ πατὴρ ἐβασίλευε τῆςγυναικὸς καὶ τῶν παίδων.25.2 Οὐδὲ διδάσκαλοί τινες ἐδίδασκον τὰ γράμματα τοὺς παῖδας οὐδὲ μαθηταὶἦσαν οἵτινες ἐμάνθανον ἔργα παρὰ διδασκάλων τινῶν.25.3 Ἀλλὰ αὐτοὶ οἱ πατέρες οἷοί τε ἦσαν τοὺς υἱοὺς τρέφειν τε καὶ ἔργαδιδάσκειν αὐτούς.25.4 Γράμματα δὲ οὔπω ἦν, ὥστε οὐκ ἔδει τοὺς παῖδας αὐτὰ μανθάνειν.25.5 Ἐπεὶ δὲ γράμματα οὐκ ἦν, οὐδὲ βιβλία πω ἦν.25.6 Ἐν ταῖς Ἀθήναις ποιηταί τινες ἔλεγον εὐτυχεῖς εἶναι τοὺς παλαιοὺςἀνθρώπους ἄνευ βασιλέων τε καὶ νόμων. δίκαιοι γὰρ ὄντες ἄλλος τις οὐκἐλάμβανε τὰ χρήματα παρὰ ἄλλου τινός.25.7 Ἡ δὲ γῆ αὐτὴ ἔφερε σῖτον. οὐδεὶς δὲ αὐτῶν ἦν γεωργὸς οὐδὲ ἔτρεφεἵππους τε καὶ ταύρους καὶ ζῷα ἄλλα τινά.25.8 Οὐδέποτω ἦσαν χαλεπαὶ νόσοι οὐδὲ πόλεμοι, ἀλλὰ πάντες γέροντεςγιγνόμενοι ἀπέθνησκον· εὖ γὰρ ἔπασχον ἄλλοι πρὸς ἄλλων διάγοντες ἐν εἰρήνῃτὸν βίον.25.9 Ἐν δὲ ταῖς ἑορταῖς ταῖς τῶν θεῶν οὓς ἐνόμιζον, οἱ ἄνδρες ἔπινον οἶνον ἐν ᾧοἱ ποιηταὶ ἔλεγον καλὰ ποιήματα.25.10 Ὀρθῶς οὖν οὗτος ὁ χρόνος χρυσοῦς ἐκαλεῖτο ὑπὸ τῶν ἀρχαίων ποιητῶν.27
  28. 28. 2626.1 ∆ράκων, ὃς πολίτης ἦν ποτε ἐν ταῖς Ἀθήναις, οὕτω σοφὸς καὶ δίκαιος ἦνἀνήρ, ὥστε οἱ Ἀθηναῖοι ἤθελον αὐτὸν νόμους γράφειν ἵνα μὴ ἔχθραι πρὸςἀλλήλους ὦσιν.26.2 Ἀλλὰ χαλεπώτατοι ἦσαν οἱ νόμοι οὓς ἔγραφεν· ἦν γὰρ ἐν αὐτοῖς σχεδὸνμία ζημία· θάνατος.26.3 Οἱ οὖν Ἀθηναῖοι ἔλεγον· οἱ ∆ράκοντος νόμοι οὐκ ἀνθρώπου ἀλλὰ δράκοντοςεἰσίν.26.4 Πάντες οὖν καὶ ἄνδρες καὶ γυναῖκες καὶ γέροντες καὶ παῖδες ἐνόμιζον τετούτους τοὺς νόμους χαλεπωτάτους εἶναι ἐν ἀπάσῃ τῇ Ἑλλάδι καὶ ἔλεγον πρὸςἀλλήλους ὅτι ἀληθῶς οἱ νόμοι οὗτοι δράκοντός εἰσιν οὐδὲ ἀνδρός.26.5 Μετὰ δὲ τοὺς ∆ράκοντος χρόνους, ἀνήρ τις ὄνομα Σόλων, παῖς ἔτι ὤν,ἤκουε μὲν τοῦ πατρὸς ταῦτα λέγοντος περὶ τῶν τοῦ ∆ράκοντος νόμων, ἠρώταδὲ αὐτὸν εἰ οἱ Ἀθηναῖοι οὐκ οἷοί τέ εἰσιν νόμους νέους γράφεσθαι· πολλοὶ δὲἄλλοι παῖδες τὰ αὐτὰ ἠρώτων τὸν ἑκάστου πατέρα. ὁ δὲ τοῦ Σόλωνος πατὴρἀπεκρίνατο ὅτι οὐδεὶς δύναται τοὺς νόμους μεταγράγειν.26.6 Ἀλλὰ τῶν Ἀθηνέων ὀλίγοι τινὲς καὶ τῶν πλουσίων καὶ τῶν χρήματα ὀλίγαἐχόντων ἐβούλοντο τούτους νόμους μεταποιεῖν ἐς καινοὺς τρόπους. αὐτὸς δὲ ὁΣόλων, οὐκέτι παῖς ὤν, πολίτης δὲ μάλα ἀγαθὸς γιγνόμενος, ἐβούλετο νόμουςγράφειν δικαιότατους ἢ τοὺς ὑπὸ ∆ράκοντος πρότερον γραφομένους.26.7 Ἐκ τούτου δὲ πάντας τοὺς πολίτας ἔδει μανθάνειν τοὺς Σόλωνος νόμους.26.8 Κὰι δὲ ποιήματά τινα ἔγραφε ἃ σχεδὸν πάντες οἱ Ἀθηναῖοι ἐδύναντο λέγειν.οὕτως ὁ Σόλων ἄξιος ἐπαίνου ἐγίγνετο καὶ τοῖς τότε καὶ τοῖς ἔπειτα Ἀθηναίοις.διὰ γὰρ αὐτὸν ἐν ἡσυχίᾳ τε καὶ εἰρήνῃ ἔτη πολλὰ διῆγον τὸν βίον.26.9 Οἰ Ἀθηναῖοι τὸν χρόνον μετροῦσι· μέτρα δὲ τάδε ἐστίν· ἡ ἡμέρα, ὁ μήν, τὸἔτος, ὃ καὶ ἐνιαυτὸς καλεῖται.28
  29. 29. 2727.1 Ὁ μὲν Σόλων ἐγήρασκε αἰεὶ πολλὰ διδασκόμενος, ὡς αὐτὸς λέγει ἐνκαλλίστῳ ποιήματί τινι.27.2 Τὸ δὲ διδάσκειν ἐναντίον τι ἦν τῷ διδάσκεσθαι· ὁ γὰρ διδάσκαλος ἐδίδασκετοὺς μαθητὰς, ὁ δὲ Σόλων ἐδιδάσκετο, τοῦτο ἔστιν, ἐμάνθανε πολλὰ αὐτός, οὐπαρὰ διδασκάλου, οὐ μόνον ὅτε γέρων ἤδη ἦν, ἀλλὰ καὶ πρότερον· διδάσκαλονγὰρ τὸν βίον εἶχε.27.3 Ὁ μὲν δίκαιος ἀνὴρ οὐκ ἐᾷ τοὺς ἀδίκους ἄνδρας νικᾶν· νίκη γὰρ πᾶσικαλλίστη. ὁ δὲ Σόλων, ὅτε ἦρχε τῶν Ἀθηναίων (τὸ δὲ ἄρχειν ἐστὶν ὅμοιόν τιτῷ βασιλεύειν), νικᾶν οὐκ εἴα οὐδετέρους ἀδίκως.27.4 Ἐὰν γάρ τις ἐρωτᾷ πότερος μὲν δίκαιος, πότερος δὲ ἄδικος, χαλεπώτατόνἐστι πάντων τούτῳ ἀποκρίνεσθαι.27.5 ∆ιὰ τοῦτο δὴ ὁ Σόλων ἐβούλετο μᾶλλον οὐδετέρους ἐᾶν νικᾶν.27.6 Τῷ μὲν Σόλωνι ἐδόκει τὸ γῆρας οὐ κακὸν τοῖς ἀνθρώποις εἶναι, ἀλλὰἀγαθόν τι μέγα. Εἰ γὰρ τὸ σῶμα εὖ ἔχει, ἡ ψυχὴ τῶν γερόντων τότε μάλισταἐλευθέρα ἀπὸ τῶν ἡδονῶν καὶ οἵά τε ἐστι πάντα καλῶς γιγνώσκειν τὰ περὶ τοὺςἀνθρώπους.27.7 Πολλοὶ δὲ τῶν γερόντων οὐ φιλοῦσι τὸ γῆρας θανάτῳ πλησίον ὄν, μᾶλλονδὲ φοβοῦνται αὐτό. φοβεῖται δὲ τι ὅστις μὴ βούλεται τοῦτο γίγνεσθαι. ἀλλὰ ὁΣόλων οὕτω σοφὸς καὶ σώφρων ἦν, ὥστε τὸν θάνατον οὐκ ἐφοβεῖτο. ὅταν δέτις φοβῆται, φόβον λέγεται ἔχειν. ὁ Σόλων οὖν οὔποτε φόβον εἶχεν.27.8 Πολλοῖς δὲ ἔτεσι ὕστερον Εὐριπίδης, ποιητής τις μάλα σοφὸς τῶνἈθηναίων, ἔγραφε τὰδε ἐν δράματι τινι· τί δἐ ἄλλο; φωνὴ καὶ σκιὰ γέρωνἀνήρ. οὐκ οὖν πάντες ἐν τῆ Ἑλλάδι τὰ αὐτὰ ἔλεγον· ἄλλοι ἄλλα ἐνόμιζον.29
  30. 30. 2828.1 Μετὰ τοὺς βασιλέας ἦρχον τῶν ἐν Ἑλλάδι πόλεων ἄνδρες τινὲς ἄρχοντεςκαλούμενοι· ὕστερον δὲ ἐν πλείσταις πόλεσι τυραννίδες ἐνεγίγνοντο, οὕτωκαλούμεναι διὰ τὸ τὴν πόλιν ὑπὸ τυράννου τινὸς ἄρχεσθαι, σχεδὸν ἀνόμως.28.2 Ὁ γὰρ τύραννος ἄρχει τῶν ἄλλων ἁπάντων, καὶ πολιτῶν καὶ μετοίκων καὶδούλων καὶ ἄνδρων καὶ γυναικῶν, οὐ τοῖς νόμοις πειθόμενος· ὅστις δὲ μὴ τοῖςνόμοις πείθεται ἄνομός ἐστιν.28.3 Ἐν τούτῳ τῷ χρόνῳ ἀνήρ τις ἠρώτα τοὺς ἑπτὰ σοφοὺς καλουμένους τίςἐστιν ἀρίστη πόλις.28.4 ὁ δὲ Βίας πρῶτος ἀπεκρίνατο· ἐν ᾗ πάντες οἱ πολῖται ὡς τύραννονφοβοῦνται τὸν νόμον.28.5 ∆εύτερος δὲ Θαλῆς ὁ Μιλήσιος· ἡ μήτε πλουσίους ἄγαν μήτε πένηταςἔχουσα πολίτας. (πένης δὲ ὅμοιος τῷ μηδὲν ἔχοντι· οὕτως καὶ ἡ πενία ἐναντίοντι τῷ πλούτῳ ἐστίν.)28.6 Χίλων δὲ ὁ Λακεδεμόνιος ἐνόμιζε ἀρίστην εἶναι πόλιν τὴν μάλιστα νόμωνἀκούουσαν, ἥκιστα δὲ ῥητόρων (ὁ δὲ ῥήτωρ ἔλεγε μὲν λόγους πρὸς τὴν βουλήντε καὶ τὸν δῆμον καὶ τοὺς δικαστάς, ἐδίδασκε δὲ τοὺς νέους τὴν ῥητορικὴντέχνην, ᾗ μάλιστα εὖ ἔπραττον οὐκ ὀλίγοι ἐν ταῖς Ἀθήναις καίπερ οὐκ αἰεὶ τὰἀληθῆ λέγειν διδάσκοντες).28.7 Ὕστατος δὲ ὁ Σόλων ἔλεγε ὅτι πόλις ἔστὶν ἀρίστη αὔτη ἐν ᾗ οἱ μὲν πολῖταιτοῖς ἄρχουσι πείθονται, οἱ δὲ ἄρχοντες τοῖς νόμοις.28.8 Ἐν τοῖς γοῦν Σόλωνος χρόνοις τῶν Ἀθηναίων πολιτῶν οἱ μὲν πολλοὶἐπείθοντο μάλιστα τοῖς νόμοις αὐτοῦ, ὀλίγοι δὲ τὰ πράγματα κατεῖχον· οἱ δὲἐν τοῖς πράγμασι ὄντες ἐκαλοῦντο ἄρχοντες· οἱ δὲ ἄλλοι πολῖται ἐπολιτεύοντοτῇ βουλῇ τε καὶ τῷ δήμῳ συμβουλεύοντες καὶ δίκας δικάζοντες.28.9 Σπάρτη δὲ, ὅπου οἱ Λυκούργου νόμοι κύριοι ἦσαν, δύο βασιλεῖς ἐβασίλευον.28.10 Ποτὲ δὲ ἐρωτῶντός τινος ἕνα τῶν βασιλέων τί μάλιστα μάθημα ἐν Σπάρτῃἀσκεῖται, «τὸ γιγνώσκειν», ἔφη, «ἄρχειν τε καὶ ἄρχεσθαι.» αὕτη μὲν οὖνκαλλίστη ἄσκησις τοῖς πολίταις οὐ μόνον ἐν τῇ Σπάρτῃ, ἀλλὰ καὶ ἐν πάσαιςταῖς ἄλλαις πόλεσιν.30
  31. 31. 2929.1 Πολλοὶ μὲν ἀνθρώπων ζῶσιν ἵνα πίνωσί τε καὶ ἐσθίωσιν· τὸν γὰρ βίονδιάγουσι μόνον πίνοντές τε καὶ ἐσθίοντες.29.2 Ὁ δὲ Σώκράτης, ὡς αὐτὸς ἔλεγε, ἤσθιε καὶ ἔπινε ἵνα ζῇ· ἐνόμιζε γὰρ οὐδεῖν οὕτως τοῦ σῶματος ἐπιμελεῖσθαι ὥστε τῆς ψυχῆς ἀμελεῖν.29.3 ∆ῆλον ὅτι ὁ Σωκράτης ἥκιστα τοῦτων ἐπιμελεῖται οἷς οἱ πολλοὶ τὸν νοῦνπροσεῖχον. ἔμελε δὲ αὐτῷ μάλιστα ἡ τῆς ἀληθείας ζήτησις περὶ τῆς τῶνἀνθρώπων φύσεως, ἥκιστα αἱ τοῦ σώματος ἡδοναί.29.4 ∆ιὰ παντὸς δὴ τοῦ βίου ἐζήτει καὶ ἀνηρώτα πάντας ἀνθρώπους, καὶ πολίταςκαὶ ξένους, οἷς ἐνετύγχανε ἐν ταῖς ὁδοῖς καὶ ἐν τῇ ἀγορᾷ.29.5 Τελευτῶντες δὲ πάντες ἔλεγον οὐδὲν ἐπίσταθαι τούτων ἃ πρότερον ἐδόκουνἐπίστασθαι. ἐκ τούτων ἔχθραι ἐγίγνοντο πολλαὶ αὐτῷ, ὅπερ αἰτία μεγίστη ἦναὐτῷ τοῦ θανάτου.29.6 «Τῶν δενδρέων τε καὶ τῶν μετεώρων,» ἔφη, «οὐδέν μοι μέλει· οὐδὲν γάρμε διδάσκει τούτων ἃ ὁ θεὸς ὁ ἐν ∆ελφοῖς ἐκέλευέ με ζητεῖν. εἰ δέ τις οἴεται τὰμετέωρα ἄξια λόγου εἶναι, οὐκ ὀρθῶς οἴεται. τοῖς γὰρ ἀνθρώποις μεγίστηἐπιστήμη ἡ περὶ τῆς ἀνθρωπείας φύσεως.»29.7 Ἔλεγε δὲ καὶ τὴν ἐπιστήμην διαφέρειν τῆς δόξας ὥσπερ ἀπὸ τοῦ δοκεῖν.μία δὲ ἡ ἀλήθεια ἐστίν, πολλαὶ δὲ αἱ δόξαι. ἄλλα γὰρ ἄλλοις δοκεῖ. ἔχει οὖνἐπιστήμην ὅστις τὴν ἀλήθειαν ζητεῖ τε καὶ εὑρίσκει.31
  32. 32. 32PROPIEDAD DEM. S. RUIPEREZDISTRIBUCION GRATUITASOLO PARAEXPERIMENTACION

×