Mais conteúdo relacionado
El lobo, segunda parte
- 2. ὅ τε Φίλιππος καὶ ὁ πατὴρ βραδέως
βαδίζουσιν ἀνὰ τὴν ὁδόν ·
ζητοῦσιν γὰρ τὰ μῆλα. ἐπεὶ δὲ εἰς
ἄκρον τὸ ὄρος ἥκουσιν, τὰ μῆλα
ὁρῶσιν · μένει γὰρ πρὸς τῇ ὁδῷ καὶ
πολὺν θόρυβον ποιεῖ.
- 3. ὁ οὖν Δικαιόπολις, «τί πάσχει τὰ
μῆλα; » φησίν · «σπεῦδε κατὰ τὴν
ὁδόν, ὦ παῖ, καὶ γίγνωσκε διὰ τί
τοσοῦτον θόρυβον ποιεῖ». ὁ οὖν
Φίλιππος σπεύδει κατὰ τὴν ὁδόν.
- 4. ἐπεὶ δὲ τοῖς μήλοις προσχωρεῖ ,
μέγαν λύκον ὁρᾷ · τὸν οὖν πατέρα
καλεῖ καὶ βοᾷ · «ἐλθὲ δεῦρο, ὦ
πάτερ, καὶ βοήθει ·
μέγας γὰρ λύκος
πάρεστι καὶ μέλλει
τοῖς μήλοις ἐμπίπτειν».
- 6. ὁ μὲν οῦν Φίλιππος μένει πρὸς τῇ
ὁδῷ,
ὁ δὲ Ἄργος ὑλακτεῖ
καὶ οὕτως ἀγρίως
ὁρμᾷ ἐπὶ τὸν λύκον
ὥστε ὁ λύκος
ἀποφεύγει.
- 7. ὁ δὲ Φίλιππος καὶ ὁ πατὴρ
τρέχουσι μετ΄αὐτοὺς καὶ βοῶσι
καὶ λίθους βάλλουσιν. ἐνταῦθα
δὴ τὸν κύνα καλοῦσι καὶ τὰ μῆλα
οἴκαδε ἐλαύνουσιν.