Mais conteúdo relacionado
Niñogriego05
- 1.
ΙΙI A
ΑΓΡΙΑ ΔΕΝΔΡΑ
(ἄγρια δένδρα)
1 Ταῦτά ἐστί τοι δένδρα ἥμερα · ἔστι δὲ καὶ ἄγρια δένδρα
2 ἐπὶ τῶν λόφων. καὶ δὴ ἐρωτᾷς, τί ποτ᾿ ἐστὶν ἄγριον καὶ τί τὰ ζῷα
3 ἥμερον. λέγω οὖν σοι καὶ ταῦτα, καὶ μανθάνεις σὺ ἐν ᾧ
4 ἐγὼ λέγω. τὰ μὲν ἥμερα δένδρα ταῦτά ἐστιν, ἅπερ
5 φυτεύομεν ἐν τῷ κήπῳ · ὥσπερ καὶ τὰ ἥμερα ζῷα ταῦτά
6 ἐστιν, ἅπερ τρέφομεν ἐν τῇ οἰκίᾳ καὶ ἐν τῷ χωρίῳ. ἀλλὰ
7 τὰ ἄγρια δένδρα ἐστὶ ταῦτα, ἃ μὴ φυτεύομεν, ὥσπερ καὶ ἡ ὕλη
8 τὰ ἄγρια ζῷα ταῦτά ἐστιν, ἃ μὴ τρέφομεν. ἐπὶ οὖν τῶν
9 λόφων ἐστὶ τά ἄγρια δένδρα, καἰ δὴ καὶ τά ζῷα τά ἄγρια.
10 ποῖα δ᾿ ἐστὶ τά δένδρα τὰ ἄγρια ; ἔστι μὲν ἄλλα, περὶ ὧν
ἔνια = οὔτε πολλά
11 ὕστερον. νῦν δὲ λέγω ἔνια αὐτῶν · ἔστι μὲν πεύκη, ἔστι οὔτε ὀλίγα
12 δὲ φηγός, ἔστι δὲ καὶ ἰτέα καὶ πτελέα · ὅπου δὲ πολλὰ
13 δένδρα ὁμοῦ ἐστιν, ταῦτην ὕλην ὀνομάζομεν. ἕκαστον δὲ
14 δένδρον κλάδους ἔχει, ἕκαστος δὲ κλάδος φύλλα. ἡ δ᾿ ὕλη
15 πολλά δένδρα ἐνέχει, καὶ φηγοὺς καὶ ἰτέας καὶ πεύκας καὶ ὁ κλάδος
16 πτελέας · καὶ τὰ δένδρα πολλοὺς ἔχει καὶ κλάδους καὶ
17 φύλλα. ταῦτά ἐστιν ὑψηλὰ τά δένδρα · τὰ δὲ μὴ ὑψηλά,
18 δρυμοὺς λέγομεν. ὑψηλά μὲν τά δένδρα, ταπεινοὶ δὲ οἱ
19 δρυμοί.
τὸ φύλλον
32
- 2.
ΜΕΛΕΤΗΜΑΤΑ
1.
ὁ ἰσχυρὸς γεωργός = ὁ γεωργὸς ὁ ἰσχυρός
1. τὸ μικρὸν χωρίον. 6. ὁ μέγας κῆπος.
2. ὁ ὑψηλὸς λόφος. 7. ἡ ὁμαλὴ γῆ.
3. τὸ ἑλληνικὸν παιδίον. 8. ὁ σπουδαῖος ἀδελφός.
4. ἡ ἀγαθὴ μήτηρ 9. ἡ μικρὰ χώρα.
5. τὰ ἥμερα ζῷα. 10. ὁ κακός καρπός.
2. ἐπὶ + γενική.
ποῦ ἐστίν ὁ αἴλουρος ;
> ἐπὶ τοῦ δένδρου ἐστίν ὁ αἴλουρος.
33
- 3.
3. συνδέω τοὺς λόγους.
1. ταῦτά ἐστιν ἥμερα δένδρα, 1. ὅπερ ἐκ τῶν ἐλαιῶν ποιοῦμεν.
2. αὕτη ἐστίν ἡ τροφός, 2. ἃ μὴ φυτεύομεν ἐν τῷ χωρίῳ.
3. ταῦτά ἐστι λάχανα, 3. ἅπερ τρέφομεν ἐν τῇ οἰκίᾳ.
4. τοῦτό ἐστιν ἔλαιον, 4. ἥπερ τὰ μικρά τέκνα τρέφει.
5. οὗτός ἐστι λόφος, 5. ὅσπερ ταπεινός ἐστιν.
6. ταῦτά ἐστιν ἥμερα ζῷα, 6. ὅπερ ἐν τοῖς κλάδοις ἐστίν.
7. ταῦτά ἐστιν ἄγρια δένδρα, 7. ἅπερ φυτεύομεν ἐν τῷ κήπῳ.
8. τοῦτό ἐστι φύλλον, 8. ἅ μὴ τρέφομεν ἐν τῇ οἰκίᾳ.
9. ταῦτά ἐστι ἄγρια ζῷα, 9. ἅπερ τρέφομεν ἐν τῇ οἰκίᾳ.
10. οὗτός ἐστι γεωργός, 10. ἅ φυτεύομεν ἐν τῷ χωρίῳ.
4. ἔνιοι / ἔνια
οὔτε πολλὰ οὔτε ὀλίγα δένδρα ἐστὶν ἐν τῇ ὕλῃ.
> ἔνια δένδρα ἐστὶν ἐν τῇ ὕλῃ.
1. οὔτε πολλοὶ οὔτε ὀλίγοι γεωργοὶ φυτεύουσιν τὰ δένδρα.
2. οὔτε πολλὰ οὔτε ὀλίγα φύλλα ἔχει ὁ κλάδος.
3. οὔτε πολλοὶ οὔτε ὀλίγοι λόφοι περιέχουσι τὴν οἰκίαν.
4. οὔτε πολλὰ οὔτε ὀλίγα ζῷα τρέφει ὁ Θράσυλλος ἐν τῷ χωρίῳ.
5. οὔτε πολλὰ οὔτε ὀλίγα τέκνα ἔχει ἡ Εὐρυδίκη.
6. οὔτε πολλοὶ οὔτε ὀλίγοι τόποι καλοὶ εἰσιν.
7. οὔτε πολλὰ οὔτε ὀλίγα δένδρα ἐστὶ καρποφόρα.
8. οὔτε πολλὰ οὔτε ὀλίγα ζῷα τρέφομεν ἐν τῷ χωρίῳ.
34
- 4. 5. μανθάνω τὴν αἰτιατικὴν.
τί ὁρᾷ ὁ Θρασύμαχος;
> ὁ Θρασύμάχος τοὺς γεωργοὺς ὁρᾷ.
1 2 3
4 5 6
7 8 9
6. οὐ (οὐκ, οὐχ) ≠ μή
πληρῶ τὸ κενόν.
1. ὁ θρασύστομος, ὅς ________ ἔστιν ἰσχυρός, ἐν τοῖς ἀγροῖς οἰκεῖ.
2. ἡ Λαδίκη, ἣ ἐν τῷ χωρίῳ _________ γεωργεῖ, μικρά τέκνα τρέφει.
3. ὁ καλὸς μαθητὴς ταῦτα ἐρωτᾷ, ἃπερ ___________ μανθάνει.
4. καὶ ταῦτα τὰ δένδρα, ἃ __________ φυτεύομεν ἡμεῖς, καρποφόρα ἐστίν.
5. τὰ δένδρα, ἃ ________ φυτεύομεν, οὐ φέρει καρπούς.
6. οὗτος ὁ γεωργὸς, ὅς ___________ γεωργεῖ ἐν τῷ ἀγρῷ, καρποὺς οὐκ ἔχει.
7. ταῦτα τὰ λάχανα, ἃ ___________ φυτεύει ὁ Θράσυλλος, ἄγριά ἐστιν.
8. τὰ ἄγρια λάχανα ἐστὶ ταῦτα, ἃ __________ φυτεύουσιν οἱ γεωργοὶ.
35
- 5. 5. μέν... δέ
Τὸ δένδρον μέγα ἐστὶν, ἀλλὰ τὸ φύλλον μικρὸν.
> τὸ μὲν δένδρον μέγα, τὸ δὲ φύλλον μικρόν ἐστιν.
σπουδαῖος ≠ ὀκνηρός μικρά ≠ μεγάλη ταπεινός ≠ ὑψηλός
1 2 3
ἀγαθή ≠ κακός ἥμερα ≠ ἀγριον
4 5
ΕΜΑΘΟΝ ΤΟΥΣ ΛΟΓΟΥΣ
(ἔμαθον τοὺς λόγους)
ἄγριος ‐α –ον ‐‐‐‐‐ τοι
‐‐‐‐‐ ἰτέα, ἡ ‐‐‐‐‐
δρυμός, ὁ ‐‐‐‐‐ ὕλη, ἡ
‐‐‐‐‐ κλάδος, ὁ ὕστερον
ἔνιοι, ἔνιαι, ἔνια ‐‐‐‐‐ ‐‐‐‐‐
‐‐‐‐‐ πεύκη, ἡ φηγός, ὁ
ζῷον, τὸ πτελέα, ἡ φύλλον, τὸ
‐‐‐‐‐ ‐‐‐‐‐
ἥμερος ‐α –ον ταπεινός ‐η –ον
36